TLG 2384 003 :: HERMIAS :: Fragmenta HERMIAS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 80–81. Frr. 1–3 Citation: Fragment — (line) | ||
1(1t) | ΣΙΚΕΛΙΚΑ. | |
2t | E LIBRO TERTIO. | |
---|---|---|
1 | Athenaeus X: Ἑρμείας δ’ ὁ Μηθυμναῖος ἐν τρίτῃ Σικελικῶν φιλοπότην φησὶ γενέσθαι Νικοτέλη τὸν Κορίνθιον. | |
2(1t) | ΠΕΡΙ ΤΟΥ ΓΡΥΝΕΙΟΥ ΑΠΟΛΛΩΝΟΣ. | |
2t | E LIBRO SECUNDO. | |
1 | Athenaeus IV: Παρὰ δὲ Ναυκρατίταις, ὥς φησιν Ἑρμείας ἐν τῷ δευτέρῳ τῶν Περὶ τοῦ Γρυνείου Ἀπόλλωνος, ἐν τῷ πρυτανείῳ δειπνοῦσι γενεθλίοις Ἑ‐ στίας πρυτανίτιδος καὶ Διονυσίοις, ἔτι δὲ τῇ τοῦ κω‐ | |
5 | μαίου Ἀπόλλωνος πανηγύρει, εἰσιόντες πάντες ἐν στο‐ λαῖς λευκαῖς, ἃς μέχρι καὶ νῦν καλοῦσι πρυτανικὰς ἐσθῆτας. Καὶ κατακλιθέντες ἐπανίστανται εἰς γόνατα, τοῦ ἱεροκήρυκος τὰς πατρίους εὐχὰς καταλέγοντος συ‐ σπένδοντες. Μετὰ δὲ ταῦτα κατακλιθέντες λαμβάνουσιν | |
10 | ἕκαστος οἴνου κοτύλας δύο, πλὴν τῶν ἱερέων τοῦ τε Πυ‐ θίου Ἀπόλλωνος καὶ τοῦ Διονύσου· τούτων γὰρ ἑκατέρῳ διπλοῦς ὁ οἶνος μετὰ καὶ τῶν ἄλλων μερίδων δίδοται. Ἔπειτα ἑκάστῳ παρατίθεται ἄρτος καθαρὸς, εἰς πλά‐ τος πεποιημένος, ἐφ’ ᾧ ἐπίκειται ἄρτος ἕτερος, ὃν κρι‐ | |
15 | βανίτην καλοῦσι, καὶ κρέας ὕειον καὶ λεκάριον πτισά‐ νης ἢ λαχάνου τοῦ κατὰ καιρὸν γινομένου, ᾠά τε δύο καὶ τυροῦ τροφαλὶς σῦκά τε ξηρὰ καὶ πλακοῦς καὶ στέ‐ | |
φανος. Καὶ ὃς ἂν ἔξω τι τούτων ἱεροποιὸς παρασκευάσῃ ὑπὸ τῶν τιμούχων ζημιοῦται. Ἀλλὰ μὴν οὐδὲ τοῖς σι‐ | 80 | |
20 | τουμένοις ἐν πρυτανείῳ ἔξωθεν προσεισφέρειν τι βρώσι‐ μον ἔξεστι, μόνα δὲ ταῦτα καταναλίσκουσι, τὰ ὑπολει‐ πόμενα τοῖς οἰκέταις μεταδιδόντες. Ταῖς δ’ ἄλλαις ἡμέ‐ ραις πάσαις τοῦ ἐνιαυτοῦ ἔξεστι τῶν σιτουμένων τῷ βουλομένῳ ἀνελθόντι εἰς τὸ πρυτανεῖον δειπνεῖν, οἴκοθεν | |
25 | παρασκευάσαντα αὑτῷ λάχανόν τι ἢ τῶν ὀσπρίων καὶ τάριχος, ἢ ἰχθὺν, κρέως δὲ χοιρείου βραχύτατον, * καὶ τούτων μεταλαμβάνων κοτύλην οἴνου. Γυναικὶ δὲ οὐκ ἔξεστιν εἰσιέναι εἰς τὸ πρυτανεῖον ἢ μόνῃ τῇ αὐλητρίδι. Οὐκ εἰσφέρεται δὲ οὐδ’ ἀμὶς εἰς τὸ πρυτανεῖον. Ἐὰν δέ | |
30 | τις Ναυκρατιτῶν γάμους ἑστιᾷ, ὡς ἐν τῷ γαμικῷ νόμῳ γέγραπται, ἀπείρηται ᾠὰ καὶ μελίπηκτα δίδοσθαι. | |
3(t) | ΠΕΡΙΗΓΗΣΙΣ. | |
1 | Steph. Byz. v. Χάλκις: ... Ἔστι καὶ πόλις Χάλ‐ κις ἐν Σκυθίᾳ, ἧς οἱ πολῖται Χαλκῖται. Ἔστι καὶ ἡ | |
χώρα Χαλκῖτις, ὡς Ἑρμείας ἐν Περιηγήσει. | 81 |